RSS

Tag Archives: Όμηρος

Image

Όμηρος, Οδύσσεια

Όμηρος, Οδύσσεια

John William Waterhouse, Ο Οδυσσέας και οι Σειρήνες

http://www.mikrosapoplous.gr/homer/odm0.htm

http://www.mikrosapoplous.gr/homer/odm1.htm

α

ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν:
πολλῶν δ’ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
πολλὰ δ’ ὅ γ’ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων. 5
 
 
Louis Lagrenée penelope-reading-a-letter-from-odysseus
 
Louis Lagrenée, Η Πηνελόπη διαβάζει το γράμμα του Οδυσσέα
 
ἀλλ’ οὐδ’ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ:
αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
ἤσθιον: αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.  10
 
 
Draper_Herbert_James_Ulysses_and_the_Sirens
 
Herbert Draper James, Ο Οδυσσέας και οι Σειρήνες
 
ἔνθ’ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν:
τὸν δ’ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
νύμφη πότνι’ ἔρυκε Καλυψὼ δῖα θεάων
ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.   15
 
 
Rosetti 37344-helen_of_troy_painting_dante_rossetti
 
Rosetti, Η Ελένη της Τροίας
 
ἀλλ’ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθάκην, οὐδ’ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ’ ἐλέαιρον ἅπαντες
νόσφι Ποσειδάωνος: ὁ δ’ ἀσπερχὲς μενέαινεν   20
ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
 
 
Meynier _z
 
Charles Meynier, Καλλιόπη, Η μούσα της επικής ποίησης  
 
 
 
 
 
 
 

Tags: , ,